Σάββατο 26 Νοεμβρίου 2016

Τί ποιήσας ζωήν αιώνιον κληρονομήσω - Μητροπολίτης Μεσογαίας Νικόλαος

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 27-11-2016 (ΙΓ΄ Λουκά)

ΑΠΟΣΤΟΛΟΣ Προς Εφεσίους (β΄ 4-10)
Ἀδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 
Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμε.

Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ὁ Θεός, ἐπειδὴ εἶναι πλούσιος εἰς εὐσπλαγχνίαν ἕνεκα τῆς πολλῆς ἀγάπης μὲ τὴν ὁποίαν μᾶς ἀγάπησε, ἂν καὶ ἤμαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων, μᾶς ἐζωοποίησε μαζὶ μὲ τὸν Χριστόν, – διὰ χάριτος εἶσθε σωσμένοι –, καὶ μᾶς ἀνέστησε μαζὶ καὶ μᾶς ἐκάθησε μαζὶ εἰς τὰ ἐπουράνια ἐν Χριστῷ Ἰησοῦ, διὰ νὰ δείξῃ εἰς τοὺς μέλλοντας αἰῶνας τὸν ὑπερβολικὸν πλοῦτον τῆς χάριστός του εἰς καλωσύνην ποὺ ἔδειξε σ’ ἐμᾶς διὰ τοῦ Χριστοῦ Ἰησοῦ. Διότι διὰ τῆς χάριτος εἶσθε σωσμένοι διὰ τῆς πίστεως καὶ αὐτὸ δὲν προέρχεται ἀπὸ σᾶς, ἀλλὰ εἶναι τοῦ Θεοῦ δῶρον, ὄχι ἀπὸ ἔργα, διὰ νὰ μὴ μπορῇ κανεὶς νὰ καυχηθῇ.
Διότι εἴμεθα δικό του ἔργον, δημιουργηθέντες ἐν Χριστῷ Ἰησοῦ δι’ ἔργα ἀγαθά, τὰ ὁποία ὁ Θεὸς προετοίμασε, διὰ νὰ ἀποτελέσουν τὸν τρόπον τῆς ζωῆς μας.


ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (ιη΄ 18 - 27)
Τῷ καιρῷ εκείνω, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.


Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, κάποιος ἄρχων προσῆλθε στον Ἰησοῦ και τὸν ἐρώτησε, «Διδάσκαλε ἀγαθέ, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωήν αἰώνιον;» Ὁ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ μόνος ὁ Θεός. Τὰς ξέρεις τὰς ἐντολάς, Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ἐκεῖνος δὲ εἶπε, «ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεανικήν μου ἡλικίαν».
Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς εἶπε, «Ἕνα ἀκόμη σοῦ λείπει· πώλησε ὅλα ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺ;καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα, ἀκολούθησέ με». Ἀλλ’ αὐτὸς ὅταν τὸ ἄκουσε, ἐλυπήθηκε πολύ, διότι ἤτανε πολὺ πλούσιος. Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε τόσον λυπημένον, εἶπε, «Πόσον δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὰ χρήματα νὰ μποῦν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ. Εἶναι εὐκολώτερον νὰ περάσῃ μιὰ καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ ἕνας πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;». Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν».

Διδαχές Αγίων...

Σχετική εικόνα

Σάββατο 19 Νοεμβρίου 2016

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 20-11-2016 (Θ' Λουκά)

ΑΠΟΣΤΟΛΟΣ Προς Γαλάτας (στ΄ 11-18)
Ἀδελφοί, Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ.
Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, Κοιτάξτε μὲ πόσον μεγάλα γράμματα σᾶς ἔγραψα μὲ τὸ χέρι μου. Ὅσοι θέλουν νὰ φανοῦν εὐάρεστοι μὲ μέσα ἐξωτερικά, αὐτοὶ σᾶς ἀναγκάζουν νὰ περιτέμνεσθε, ἁπλῶς καὶ μόνον διὰ νὰ μὴ καταδιώκωνται διὰ τὸ κήρυγμα περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διότι οὔτε αὐτοὶ ποὺ περιτέμνονται, φυλάττουν τὸν νόμον, ἀλλὰ θέλουν νὰ περιτέμνεσθε σεῖς, διὰ νὰ καυχηθοῦν διὰ τὴν συμμόρφωσίν σας εἰς ἕνα ἐξωτερικὸν τύπον.
Εἰς ἐμὲ δὲ μὴ γένοιτο νᾶ καυχηθῶ διὰ τίποτε ἄλλο παρὰ διὰ τὸν σταυρὸν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου ὁ κόσμος εἶναι σταυρωμένος ὡς πρὸς ἐμέ, καὶ ἐγὼ εἶμαι σταυρωμένος ὡς πρὸς τὸν κόσμον. Διότι ἐν Χριστῷ Ἰησοῦ οὔτε ἡ περιτομὴ οὔτε ἡ ἀκροβυστία ἔχουν ἀξίαν, ἀλλὰ ἡ νέα δημιουργία. Καὶ ὅσοι βαδίσουν σύμφωνα μὲ τὸν κανόνα τοῦτον, εἰρήνη ἂς ἔλθῃ εἰς αὐτοὺς καὶ ἔλεος, καὶ εἰς τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
Εἰς τὸ ἑξῆς ἂς μὴ μὲ ἒνοχλῇ κανείς, διότι ἐγὼ βαστάζω εἰς τὸ σῶμά μου τὰ σημάδια τοῦ Κυρίου Ἰησοῦ.
Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νὰ εἶναι μὲ τὸ πνεῦμά σας, ἀδελφοί. Ἀμήν.


ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (ιβ΄ 16-21)
Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην·
«Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;»
Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

Ἀπόδοση στη νεοελληνική:
Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:
«Ἑνὸς ἀνθρώπου πλουσίου τὰ χωράφια ἔφεραν ἐσοδείαν μεγάλην καὶ ἐσκέπτετο μέσα του, «Τί νὰ κάνω, ἐπειδὴ δὲν ἔχω ποὺ νὰ συγκεντρώσω τοὺς καρπούς μου;» καὶ εἶπε, «Αὐτὸ θὰ κάνω: θὰ κατεδαφίσω τὶς ἀποθῆκες μου καὶ θὰ κτίσω μεγαλύτερες καὶ θὰ συγκεντρώσω ἐκεῖ ὅλα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, καὶ θὰ πῶ εἰς τὴν ψυχήν μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθά, γιὰ πολλὰ χρόνια· ἀναπαύσου, φάγε, πίε, εὐφραίνου».
Ὁ Θεὸς ὅμως τοῦ εἶπε, «Ἀνόητε, αὐτὴν τὴν νύχτα ζητοῦν ἀπὸ σὲ τὴν ψυχήν σου. Ἐκεῖνα δὲ ποὺ ἐτοίμασες, ποιὸς θὰ τὰ πάρῃ;».
Αὐτὰ παθαίνει ἐκεῖνος ποὺ θησαυρίζει διὰ τὸν ἑαυτόν του καὶ δὲν φροντίζει νὰ γίνῃ πλούσιος ὡς πρὸς τὸν Θεόν».

Σάββατο 12 Νοεμβρίου 2016

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 13-11-2016 (Η' Λουκά)

ΑΠΟΣΤΟΛΟΣ Προς Εβραίους (ζ΄ 26-28, η΄ 1-2)
Ἀδελφοί, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, τέτοιος ἀρχιερεὺς πραγματικὰ μᾶς ἔπρεπε, ἅγιος, ἄκακος, ἀμόλυντος, χωρισμένος ἀπὸ τοὺς ἁμαρτωλοὺς καὶ ὑψωμένος τώρα ἐπάνω ἀπὸ τοὺς οὐρανούς, ὁ ὁποῖος δὲν ἔχει ἀνάγκην, ὅπως οἱ ἀρχιερεῖς, νὰ προσφέρῃ θυσίας κάθε ἡμέραν, πρῶτα διὰ τὰς δικάς του ἁμαρτίας καὶ ἔπειτα διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· αὐτὸ τὸ ἔκανε μιὰ γιὰ πάντα, ὅταν προσέφερε τὸν ἑαυτόν του. Ὁ νόμος ἐγκαθιστᾶ ἀρχιερεῖς ἀνθρώπους, οἱ ὁποῖοι ἔχουν ἀδυναμίας. Τὰ λόγια ὅμως τοῦ ὅρκου, ποὺ ἐδόθηκε ὕστερα ἀπὸ τὸν νόμον, ἐγκαθιστοῦν αἰωνίως τὸν Υἱόν, τὸν τέλειον.
Τὸ βασικὸν σημεῖον τῶν ὅσων λέγομεν εἶναι τοῦτο: ὅτι ἔχομεν ἕνα τέτοιον ἀρχιερέα, ὁ ὁποῖος ἐκάθησε εἰς τὰ δεξιὰ τοῦ θρόνου τῆς Μεγαλωσύνης εἰς τοὺς οὐρανούς, ὅπου ὑπηρετεῖ τὰ Ἅγια τῶν ἁγίων καὶ τὴν σκηνὴν τὴν ἀληθινήν, τὴν ὁποίαν ἔστησεν ὁ Κύριος καὶ ὄχι ἄνθρωπος.


ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (ι΄ 25-37)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ιησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· καὶ τίς ἐστί μου πλησίον;
Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸἹερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.
Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.

Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, προσῆλθε στόν Ιησοῦ ένας νομικὸς καὶ μὲ σκοπὸ νὰ τὸν πειράξῃ τοῦ εἶπε, «Διδάσκαλε, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωὴν αἰώνιον;».
Αὐτὸς δὲ τοῦ εἶπε, «Εἰς τὸν νόμον τί εἶναι γραμμένον; Τί διαβάζεις;».
Ἐκεῖνος ἀπεκρίθη, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδιά σου καὶ μὲ ὅλην τὴν ψυχήν σου καὶ μὲ ὅλην τὴν δύναμίν σου καὶ μὲ ὅλην τὴν διάνοιάν σου καὶ τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου».
«Ὀρθὰ ἀποκρίθηκες», εἶπε ὁ Ἰησοῦς, «κάνε αὐτὸ καὶ θὰ ζήσῃς».
Ἐκεῖνος ὅμως ἤθελε νὰ δικαιώσῃ τὸν ἑαυτόν του καὶ εἶπε εἰς τὸν Ἰησοῦν, «Καὶ ποιὸς εἶναι ὁ πλησίον μου;».
Ὁ Ἰησοῦς ἀπήντησε, «Κάποιος κατέβαινε ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Ἱεριχὼ καὶ ἔπεσε σὲ ληστὰς, οἱ ὁποῖοι ἀφοῦ τὸν ἔγδυσαν καὶ τὸν ἐτραυμάτισαν, ἔφυγαν καὶ τὸν ἄφησαν μισοπεθαμένον.
Κατὰ σύμπτωσιν ἕνας ἱερεὺς κατέβαινε εἰς τὸν δρόμον ἐκεῖνον ἀλλ’ ὅταν τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος.
Ὁμοίως καὶ ἕνας Λευΐτης, ὅταν ἔφθασε εἰς τὸν τόπον καὶ τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος.
Ἕνας ὅμως Σαμαρείτης, ἐνῷ ἐβάδιζε, ἔφθασε κοντά του καὶ ὅταν τὸν εἶδε, τὸν σπλαγχνίσθηκε. Τὸν ἐπλησίασε, ἔδεσε τὰ τραύματά του, ἀφοῦ τὰ ἄλειψε μὲ λάδι καὶ κρασί, τὸν ἀνέβασε εἰς τὸ δικό του ζῶον καὶ τὸν ἔφερε εἰς ἕνα ξενοδοχεῖο καὶ τὸν περιποιήθηκε. Ὅταν ἔφυγε, τὴν ἑπομένην ἡμέραν, ἔβγαλε δύο δηνάρια καὶ τὰ ἔδωκε εἰς τὸν ξενοδόχον καὶ τοῦ εἶπε, «Περιποιήσου τον καὶ ὅ,τι δήποτε δαπανήσῃς ἐπὶ πλέον, ἐγὼ θὰ σοῦ τὸ ἀποδώσω ὅταν ἐπιστρέψω».
Ἀπὸ τοὺς τρεῖς αὐτοὺς ποιὸς σοῦ φαίνεται ὅτι ἔγινε πλησίον εἰς ἐκεῖνον ποὺ ἔπεσε εἰς τοὺς ληστάς;».
Ἐκεῖνος δὲ εἶπε, «Αὐτὸς ποὺ τοῦ ἔδειξε τὴν εὐσπλαγχνίαν». Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Πήγαινε καὶ κάνε καὶ σὺ τὸ ἴδιο».