Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.
Ἀπολυτίκιον
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσία θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς
Μεγαλυνάριον
Ἄναρχε τρσήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις πᾶσι δωρούμενος.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου